Οι Καταβασίες των Χριστουγέννων προέρχονται από τον πεζό Κανόνα του Αγίου Κοσμά του Μελωδού και ψάλλονται κατά τη διάρκεια του Εσπερινού και του Όρθρου των Χριστουγέννων. Είναι δοξολογικοί ύμνοι που υμνούν τη Γέννηση του Χριστού.
Δείτε πως κατέγραψε το trikalavoice.gr την απόδοσή τους, το “Χριστός γεννάται δοξάσατε”, από τον Μητροπολίτη Τρίκκης Χρυσόστομο:
Παρακάτω παρατίθενται οι στίχοι για κάθε ωδή (η β΄ ωδή παραλείπεται, όπως συνηθίζεται στους Βυζαντινούς Κανόνες):
Ὠδή α΄
Χριστὸς γεννᾶται, δοξάσατε· Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε· Χριστὸς ἐπὶ γῆς, ὑψώθητε· ᾄσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ καὶ ἐν εὐφροσύνῃ ἀνυμνήσατε, λαοί, ὅτι δεδόξασται.
Ὠδή γ΄
Τῷ πρὸ τῶν αἰώνων ἐκ Πατρὸς γεννηθέντι ἀῤῥεύστως Υἱῷ καὶ ἐπ’ ἐσχάτων ἐκ Παρθένου σαρκωθέντι ἀσπόρως Χριστῷ τῷ Θεῷ βοήσωμεν· Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν ἅγιος εἶ, Κύριε.
Ὠδή δ΄
῾Ράβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ καὶ ἄνθος ἐξ αὐτῆς, Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας· ἐξ ὄρους ὁ αἰνετὸς κατασκίου δασέος ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου ὁ ἄϋλος καὶ Θεός· δόξα τῇ δυνάμει σου, Κύριε.
Ὠδή ε΄
Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον εἰρήνην παρεχόμενον ἀπέστειλας ἡμῖν· ὅθεν θεογνωσίας πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτὸς ὀρθρίζοντες δοξολογοῦμέν σε, Φιλάνθρωπε.
Ὠδή ς΄
Σπλάγχνων Ἰωνᾶν ἔμβρυον ἀπήμεσεν ἐνάλιος θήρ, οἷον ἐδέξατο· τῇ Παρθένῳ δὲ ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβὼν διελήλυθε φυλάξας ἀδιάφθορον· ἧς γὰρ οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν κατέσχεν ἀπήμαντον.
Ὠδή ζ΄
Οἱ παῖδες εὐσεβείᾳ συντραφέντες δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλ’ ἐν μέσῳ τῆς φλογὸς ἑστῶτες ἔψαλλον· Ὁ τῶν πατέρων Θεὸς εὐλογητὸς εἶ.
Ὠδή η΄
Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει νέους, ὡς οὐδὲ πῦρ τῆς θεότητος Παρθένου ἣν ὑπέδη νηδύν. Διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.
Ὠδή θ΄
Μυστήριον ξένον ὁρῶ καὶ παράδοξον. οὐρανὸν τὸ σπήλαιον· θρόνον χερουβικὸν τὴν Παρθένον· τὴν φάτνην χωρίον, ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός, ὃν ἀνυμνοῦντες μεγαλύνομεν.
Θες να μαθαίνεις πρώτος τα νέα από το TrikalaVoice.gr;
Διαθέσιμο στο Google Play
















